ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος, κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον. ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας· δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας· οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες, δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας. ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ. Ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα. οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου. ἤτοι ἄρʼ ὡς εἴδοντʼ ἐπιτίτθιον Ἡρακλῆα θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα, συμπλήγδην ἰάχησαν· ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα