ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν· ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας, δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν. Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα· Ἄνσταθʼ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν· ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς. οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ; ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας; ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλʼ ἀνδρῶν. Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας· δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.