αἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρ ἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν. ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον, καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα, Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη. ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνω κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας, Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν, φευγέμεν ὁρμαίνων· ὁ δʼ ἐναντίος εἴχετο χερσὶν Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ, δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι. τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα