εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ, δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι. αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον. εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας. Ἡρακλῆς Λεοντοφόνος τὸν δʼ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο· ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσʼ ἐρεείνεις, Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο· τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι, εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην. ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο