δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών, ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς ναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος. Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα. Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ. εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ, δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι. αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον. εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας. Ἡρακλῆς Λεοντοφόνος τὸν δʼ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο· ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσʼ ἐρεείνεις, Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο· τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι, εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην. ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον· ἀλλʼ αἱ μέν ῥα νάοντος ἐπʼ ὄχθαις ἀμφʼ Ἐλισοῦντος, αἱ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο, αἱ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε. χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις. αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι, Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει. αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος, κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι χλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο. εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις δέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως. οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι, ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ. πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο, πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι, μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης, ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ, ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ. ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας, ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς ἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν, οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦ ῥά νυ παῖδες ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι. τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός. ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ. εἰ δʼ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας, δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας, ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης, ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην. ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν. τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς· Ἀθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις, ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται. ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο, σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ, χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος, ἤμασι πολλοῖς κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν· ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος. ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα. Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα, δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην, ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι· ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα, μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο, σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός. τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν, ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν. θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος Ἀμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέροντα ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν. τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δʼ ὑλαγμοῦ, χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο αὐτοῦ γʼ οὐ παρεόντος· ἔπος δʼ ὅγε τοῖον ἔειπεν· Ὢ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές. εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν, ᾔδει δʼ, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί, οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς· νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετʼ αὔτως. Ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες. Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους δείελον ἦμαρ ἄγων· τὰ δʼ ἐπήλυθε πίονα μῆλα ἐκ βοτάνης ἀνιόντα μετʼ αὐλία τε σηκούς τε. αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπʼ ἄλλαις ἐρχόμεναι φαίνονθʼ ὡσεὶ νέφη ὑδατόεντα, ἅσσά τʼ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο· τῶν μέν τʼ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετʼ ἰόντων, οὐδʼ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει ἲς ἀνέμου, τὰ δέ τʼ ἄλλα κορύσσεται αὖτις ἐπʼ ἄλλοις· τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει. πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι ληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί), μυκηθμῷ· σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν εἰλιπόδων, ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο. ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου· ἀλλʼ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι κωλοπέδας ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν· ἄλλος δʼ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος, ἄλλος ἀμόλγιον εἶχʼ, ἄλλος τρέφε πίονα τυρόν, ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων. Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες, σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον. ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων, οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων. Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον, ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν, καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων, αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε. ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη. ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο. καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων, πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν, δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ. τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σφένεϊ ᾧ ἠδʼ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο. ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον. τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ σκαιοῦ ἄφαρ κέραος, κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίης κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω ὤμῳ ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶς μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη. θαύμαζεν δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρων Φυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες, Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες. τὼ δʼ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς ἐστιχέτην, Φυλεύς τε βίη θʼ Ἡρακληείη. λαοφόρου δʼ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου, λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες, ἥ ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα, τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα, ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον· ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι. ἤλυθε γὰρ στείχων τις ἀπʼ Ἄργεος ὡς μέσος ἀκμῆς ἐνθάδʼ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο· ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν, οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις, κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρʼ ἄλσος, οὐκ οἶδʼ ἀτρεκέως ἢ Ἄργεος ἐξ ἱεροῖο αὐτόθεν ἢ Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην. ὣς κεῖνος ἀγόρευε· γένος δέ μιν εἶναι ἔφασκεν, εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος. ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων ἠὲ σέ· δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει χειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει. εἴπʼ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν, ἥρως, εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί, εἰ σύγʼ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς. εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες, ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον· οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει, ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος. τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον· οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν. Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη, καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος, ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ· Ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ, αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.