εἵματα πάντʼ ἐμίανεν, ἐφαβικὰ βαῖνε δʼ ἐς ἄθλα γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν, καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαϊνέας δὲ ἵστατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθεν ἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον· νᾶμα δʼ ἐφοινίχθη· παιδὸς δʼ ἐπενάχετο σῶμα. χαίρετε τοὶ φιλέοντες· ὁ γὰρ μισῶν ἐφονεύθη. στέργετε δʼ οἱ μισεῦντες· ὁ γὰρ θεὸς οἶδε δικάζειν. Ἡρακλίσκος Ἡρακλέα δεκάμηνον ἐόντα πόχʼ ἁ Μιδεᾶτις Ἀλκμήνα καὶ νυκτὶ νεώτερονἸφικλῆα, ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος, χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος. ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων· εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον, εὕδετʼ ἐμὰ ψυχά, δύʼ ἀδελφεώ, εὔσοα τέκνα· ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε. Ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δʼ ἔλαβʼ ὕπνος. ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος Ὠρίωνα κατʼ αὐτόν, ὁ δʼ ἀμφαίνει μέγαν ὦμον, τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα. τὼ δʼ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω αἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρ ἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν. ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον, καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα, Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη. ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνω κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας, Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν, φευγέμεν ὁρμαίνων· ὁ δʼ ἐναντίος εἴχετο χερσὶν Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ, δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι. τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν· ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας, δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν. Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα· Ἄνσταθʼ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν· ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς. οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ; ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας; ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλʼ ἀνδρῶν. Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας· δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο. ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος, κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον. ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας· δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας· οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες, δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας. ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ. Ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα. οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου. ἤτοι ἄρʼ ὡς εἴδοντʼ ἐπιτίτθιον Ἡρακλῆα θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα, συμπλήγδην ἰάχησαν· ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δʼ ὑψόθι χαίρων κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα. Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον ξηρὸν ὑπαὶ δείους ἀκρόχλοονἸφικλῆα· Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖναν παῖδα, πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου. ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον· Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα Ἀλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν, καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν, ἠνώγει. μηδʼ εἴ τι θεοὶ νοέοντι πονηρόν, αἰδόμενος σύ με κρύπτε· καὶ ὣς οὐκ ἔστιν ἀλύξαι ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει. ἀλλʼ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω. τόσσʼ ἔλεγεν βασίλεια· ὁ δʼ ἀνταμείβετο τοίως· θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα. θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι. ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων, πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι Ἀλκμήναν ὀνομαστί, σέβας δʼ ἔσῃ Ἀργείαισι. τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως, οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι. δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ. γαμβρὸς δʼ ἀθανάτων κεκλήσεται, οἳ τάδʼ ἐπῶρσαν κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι. ἔσται δὴ τοῦτʼ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει. ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω, κάγκανα δʼ ἀσπαλάθου ξύλʼ ἑτοιμάσατʼ ἢ παλιούρου ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον· καῖε δὲ τώδʼ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί. ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαι ἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ πρᾶτον, ἔπειτα δʼ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται, θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ·