μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε, κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει· πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής. οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον, οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα. οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς, οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον· τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς. λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας, ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις, καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν· Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας, λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω, ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος. ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω, οὐδʼ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον. καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει· καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ· λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ· ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ. καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλʼ ὀλίγον ζῇ. ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις, ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ. ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον· ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς, στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν εἵματα καὶ κρύψόν με, τὸ δʼ αὖ πύματόν με φίλασον, κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς· οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας. χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα. κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον· ὦ φίλε κεῖσαι. ἢν δὲ θέλῃς, καὶ τοῦτο· καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος. γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω· τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς, ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον. Ὧδʼ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δʼ ἐπὶ τοίχω ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετʼ ἀπʼ αὐτῶν, τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐνέβαλλε τραχήλῳ, τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθη νεκρός. ὁ δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν