ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆς παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα. ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμα φοίνιον· οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν, ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε· ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου. τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς πάντοθεν· ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε, μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ, πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ ὁ πληγεὶς ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη. ἔνθα μάχη δριμεῖα πάλιν γένετʼ ὀρθωθέντος· ἀλλήλους δʼ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν. ἀλλʼ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα αὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δʼ ἀεικέσι πληγαῖς πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης. σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ αἶψʼ ὀλίγος γένετʼ ἀνδρός· ὁ δʼ αἰεὶ πάσσονα γυῖα ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων. πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν; εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δʼ ἑτέρων ὑποφήτης φθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ. Ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα, δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δʼ ἐπιβαίνων δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον. καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα. ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρὶ πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ· ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος· λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες· αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον, μέχρι συνηλοίησε παρήια. πᾶς δʼ ἐπὶ γαίῃ κεῖτʼ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν. τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας, ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον, ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων, μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι. καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω, Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ. τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ δοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγε ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος, γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας. ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος, ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν, ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι. Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας· δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δʼ ἐπὶ νύμφαις ἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι; ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ· ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσιν βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν ἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέπτετε δώροις. ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ· οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι. πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις, Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα, Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή· ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο. τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε· ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι· ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι, καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα. ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν ἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες. ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα πνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις. σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλʼ ἔτι καὶ νῦν πείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν. εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι, Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης, χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης, νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηι ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου εἶς· ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας τάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν. εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν. τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο, ὣ γενεῇ προφέρεσκον· ὁ δʼ ἐς μέσον ἤλυθε Λυγκεύς, σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην· ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι. ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν. ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι δοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα. τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις τεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή. πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν Κάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς τοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή. τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ σκαιῷ· ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν. ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσω χαλκὸς ἄφαρ διέχευεν· ὁ δʼ ἐς στόμα κεῖτο νενευκὼς Λυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος. οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃ παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα. ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα· ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ. οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ. αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν. χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις ἐσθλὸν ἀεὶ πέμποιτε· φίλοι δέ τε πάντες ἀοιδοὶ Τυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν, Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ. ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός, ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν Ἰλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς· ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων, οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει, τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί. ἐραστής Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατʼ ἐφάβω, τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω. μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε, κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει· πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής. οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον, οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα. οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς, οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον· τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς. λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας, ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις, καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν· Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας, λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω, ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος. ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω, οὐδʼ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν