Τυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον ἢ πρίν, σὺν δὲ μάχην ἐτάραξε, πολὺς δʼ ἐπέκειτο νενευκὼς ἐς γαῖαν. Βέβρυκες δʼ ἐπαΰτεον, οἱ δʼ ἑτέρωθεν ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον, δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ. ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆς παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα. ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμα φοίνιον· οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν, ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε· ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου. τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς πάντοθεν· ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε, μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ, πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ ὁ πληγεὶς ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη. ἔνθα μάχη δριμεῖα πάλιν γένετʼ ὀρθωθέντος· ἀλλήλους δʼ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν. ἀλλʼ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα αὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δʼ ἀεικέσι πληγαῖς πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης. σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ αἶψʼ ὀλίγος γένετʼ ἀνδρός· ὁ δʼ αἰεὶ πάσσονα γυῖα