τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης. Πολυδεύκης χαῖρε ξεῖνʼ, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος; Ἄμυκος χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα; Πολυδεύκης θάρσει. μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν. Ἄμυκος θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν. Πολυδεύκης ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ἢ ὑπερόπτης; Ἄμυκος τοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω. Πολυδεύκης ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις. Ἄμυκος μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ. Πολυδεύκης δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης; Ἄμυκος γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει. Πολυδεύκης ἄργυρος ἢ τίς ὁ μισθός, ἐρεῖς, ᾧ κέν σε πίθοιμεν; Ἄμυκος εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς. Πολυδεύκης πυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος; Ἄμυκος ………ὄμματά γʼ ὀρθὸς πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης. Πολυδεύκης τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας; Ἄμυκος ἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης. Πολυδεύκης ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω Ἄμυκος σὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω. Πολυδεύκης ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί. Ἄμυκος εἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι γινόμεθʼ, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ. Ἦ ῥʼ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην. οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες. ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ. οἱ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας, ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες. ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη, ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο· ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες ὦ Πολύδευκες, βάλλετο δʼ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον. αὐτὰρ ὅγʼ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω, χερσὶ τιτυσκόμενος. τοῦ δʼ ἄκρον τύψε γένειον Τυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον ἢ πρίν, σὺν δὲ μάχην ἐτάραξε, πολὺς δʼ ἐπέκειτο νενευκὼς ἐς γαῖαν. Βέβρυκες δʼ ἐπαΰτεον, οἱ δʼ ἑτέρωθεν ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον, δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ. ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆς παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα. ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμα φοίνιον· οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν, ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε· ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου. τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς πάντοθεν· ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε, μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ, πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ ὁ πληγεὶς ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη. ἔνθα μάχη δριμεῖα πάλιν γένετʼ ὀρθωθέντος· ἀλλήλους δʼ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν. ἀλλʼ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα αὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δʼ ἀεικέσι πληγαῖς πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης. σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ αἶψʼ ὀλίγος γένετʼ ἀνδρός· ὁ δʼ αἰεὶ πάσσονα γυῖα ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων. πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν; εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δʼ ἑτέρων ὑποφήτης φθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ. Ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα, δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δʼ ἐπιβαίνων δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον. καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα. ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρὶ πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ· ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος· λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες· αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον, μέχρι συνηλοίησε παρήια. πᾶς δʼ ἐπὶ γαίῃ κεῖτʼ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν. τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας, ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον, ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων, μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι. καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω, Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ. τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ δοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγε ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος, γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας. ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος, ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν, ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι. Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας· δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δʼ ἐπὶ νύμφαις ἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι; ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ· ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσιν βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν ἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέπτετε δώροις. ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ· οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι. πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις, Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα, Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή· ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο. τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε· ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι· ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι, καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα. ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν ἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες. ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα πνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις. σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλʼ ἔτι καὶ νῦν πείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν. εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι, Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης, χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης, νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηι ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου εἶς· ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας τάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν. εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν. τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο, ὣ γενεῇ προφέρεσκον· ὁ δʼ ἐς μέσον ἤλυθε Λυγκεύς, σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην· ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι. ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν. ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι δοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα. τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις τεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή. πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν Κάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς τοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή. τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ σκαιῷ· ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν. ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσω χαλκὸς ἄφαρ διέχευεν· ὁ δʼ ἐς στόμα κεῖτο νενευκὼς Λυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος. οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃ παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα. ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα· ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ. οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ. αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν. χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις ἐσθλὸν ἀεὶ πέμποιτε· φίλοι δέ τε πάντες ἀοιδοὶ Τυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν, Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ. ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός, ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν Ἰλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς· ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων, οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει, τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί. ἐραστής Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατʼ ἐφάβω, τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω. μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε, κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει· πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής. οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον, οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα. οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς, οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον· τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς. λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας, ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις, καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν· Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας, λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω, ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος. ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω, οὐδʼ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον. καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει· καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ· λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ· ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ. καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλʼ ὀλίγον ζῇ. ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις, ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ. ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον· ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς, στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν εἵματα καὶ κρύψόν με, τὸ δʼ αὖ πύματόν με φίλασον, κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς· οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας. χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα. κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον· ὦ φίλε κεῖσαι. ἢν δὲ θέλῃς, καὶ τοῦτο· καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος. γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω· τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς, ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον. Ὧδʼ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δʼ ἐπὶ τοίχω ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετʼ ἀπʼ αὐτῶν, τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐνέβαλλε τραχήλῳ, τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθη νεκρός. ὁ δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδʼ ἐλυγίχθη τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλʼ ἐπὶ νεκρῷ εἵματα πάντʼ ἐμίανεν, ἐφαβικὰ βαῖνε δʼ ἐς ἄθλα γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν, καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαϊνέας δὲ ἵστατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθεν ἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον· νᾶμα δʼ ἐφοινίχθη· παιδὸς δʼ ἐπενάχετο σῶμα. χαίρετε τοὶ φιλέοντες· ὁ γὰρ μισῶν ἐφονεύθη. στέργετε δʼ οἱ μισεῦντες· ὁ γὰρ θεὸς οἶδε δικάζειν. Ἡρακλίσκος Ἡρακλέα δεκάμηνον ἐόντα πόχʼ ἁ Μιδεᾶτις Ἀλκμήνα καὶ νυκτὶ νεώτερονἸφικλῆα, ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος, χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος. ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων· εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον, εὕδετʼ ἐμὰ ψυχά, δύʼ ἀδελφεώ, εὔσοα τέκνα· ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.