ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ τοίχων ἄνδρες ἔβαινονἸησονίης ἀπὸ νηός. ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων. Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων, παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην. εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι, ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις, ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας. ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε, δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς· στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός. ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις· αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων. τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης. Πολυδεύκης χαῖρε ξεῖνʼ, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος; Ἄμυκος χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα; Πολυδεύκης θάρσει. μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν. Ἄμυκος θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν. Πολυδεύκης ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ἢ ὑπερόπτης; Ἄμυκος τοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω. Πολυδεύκης ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις. Ἄμυκος μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ. Πολυδεύκης δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης; Ἄμυκος γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει. Πολυδεύκης ἄργυρος ἢ τίς ὁ μισθός, ἐρεῖς, ᾧ κέν σε πίθοιμεν; Ἄμυκος εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς. Πολυδεύκης πυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος; Ἄμυκος ………ὄμματά γʼ ὀρθὸς πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης. Πολυδεύκης τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας; Ἄμυκος ἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης. Πολυδεύκης ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω Ἄμυκος σὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω. Πολυδεύκης ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί. Ἄμυκος εἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι γινόμεθʼ, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ. Ἦ ῥʼ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην. οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες. ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ.