Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή· ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο. τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε· ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι· ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι, καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα. ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν ἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες. ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα πνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις. σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλʼ ἔτι καὶ νῦν πείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν. εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι, Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης, χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης, νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηι ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου εἶς· ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας τάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν. εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν. τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο, ὣ γενεῇ προφέρεσκον· ὁ δʼ ἐς μέσον ἤλυθε Λυγκεύς, σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην· ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι. ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν. ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι δοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα. τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις τεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή. πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν Κάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς τοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή. τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ σκαιῷ· ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν. ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσω χαλκὸς ἄφαρ διέχευεν· ὁ δʼ ἐς στόμα κεῖτο νενευκὼς Λυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος. οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃ παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα. ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα· ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ. οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ. αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν. χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις ἐσθλὸν ἀεὶ πέμποιτε· φίλοι δέ τε πάντες ἀοιδοὶ Τυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν, Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ. ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός, ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν Ἰλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς· ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων, οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει, τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί. ἐραστής Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατʼ ἐφάβω, τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω. μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε, κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει· πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής. οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον, οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα. οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς, οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον· τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς. λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας, ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις, καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν· Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας, λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω, ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος. ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω, οὐδʼ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον. καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει· καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ· λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ· ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ. καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλʼ ὀλίγον ζῇ. ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις, ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ. ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον· ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς, στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν εἵματα καὶ κρύψόν με, τὸ δʼ αὖ πύματόν με φίλασον, κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς· οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας. χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα. κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον· ὦ φίλε κεῖσαι. ἢν δὲ θέλῃς, καὶ τοῦτο· καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος. γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω· τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς, ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον. Ὧδʼ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δʼ ἐπὶ τοίχω ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετʼ ἀπʼ αὐτῶν, τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐνέβαλλε τραχήλῳ, τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθη νεκρός. ὁ δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδʼ ἐλυγίχθη τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλʼ ἐπὶ νεκρῷ εἵματα πάντʼ ἐμίανεν, ἐφαβικὰ βαῖνε δʼ ἐς ἄθλα γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν, καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαϊνέας δὲ ἵστατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθεν ἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον· νᾶμα δʼ ἐφοινίχθη· παιδὸς δʼ ἐπενάχετο σῶμα. χαίρετε τοὶ φιλέοντες· ὁ γὰρ μισῶν ἐφονεύθη. στέργετε δʼ οἱ μισεῦντες· ὁ γὰρ θεὸς οἶδε δικάζειν. Ἡρακλίσκος Ἡρακλέα δεκάμηνον ἐόντα πόχʼ ἁ Μιδεᾶτις Ἀλκμήνα καὶ νυκτὶ νεώτερονἸφικλῆα, ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος, χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος. ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων· εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,