ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν; ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν· ὁ δέ χρόνος ἄνυτο φεύγων. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα·