αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ. νῦν δέ νιν ἐκ θυέων καταθύσομαι. ἀλλὰ Σελάνα, φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον, τᾷ χθονίᾳ θʼ Ἑκάτα, τὰν καὶ σκύλακες τρομέοντι ἐρχομέναν νεκύων ἀνά τʼ ἠρία καὶ μέλαν αἷμα. χαῖρʼ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει. φάρμακα ταῦτʼ ἔρδοισα χερείονα μήτέ τι Κίρκης μήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας. Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται· ἀλλʼ ἐπίπασσε Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι; ἦ ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι; πάσσʼ ἅμα καὶ λέγε ταῦτα· τὰ Δέλφιδος ὀστία πάσσω. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Δέλφις ἔμʼ ἀνίασεν· ἐγὼ δʼ ἐπὶ Δέλφιδι δάφναν