καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ, ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν; ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν· ὁ δέ χρόνος ἄνυτο φεύγων. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα· εἰ δʼ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος. πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα