κείμαν δʼ ἐν κλιντῆρι δέκʼ ἄματα καὶ δέκα νύκτας. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ, ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν;