καί μʼ ἁ Θευχαρίδα Θρᾷσσα τροφὸς ἁ μακαρῖτις ἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσε τὰν πομπὰν θάσασθαι· ἐγὼ δέ οἱ ἁ μεγάλοιτος ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτῶνα, κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. ἤδη δʼ εὖσα μέσον κατʼ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος, εἶδον ὁμοῦ Δέλφιν τε καὶ Εὐδάμιππον ἰόντας. τοῖς δʼ ἦν ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς, στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα, ὡς ἀπὸ γυμνασίοιο καλὸν πόνον ἄρτι λιπόντων. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. χὡς ἴδον, ὡς ἐμάνην, ὥς μευ πέρι θυμὸς ἰάφθη δειλαίας· τὸ δὲ κάλλος ἐτάκετο, κοὔτέ τι πομπᾶς τήνας ἐφρασάμαν, οὐδʼ ὡς πάλιν οἴκαδʼ ἀπῆνθον