οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷ ᾤχετʼ ἔχων ὅ τʼ Ἔρως ταχινὰς φρένας ἅ τʼ Ἀφροδίτα; βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ.