σαύραν τοι τρίψασα ποτὸν κακὸν αὔριον οἰσῶ. Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθʼ ὑπόμαξον τᾶς τήνω φλιᾶς καθʼ ὑπέρτερον, ἇς ἔτι καὶ νύξ, καὶ λέγʼ ἐπιφθύζοισα· τὰ Δέλφιδος ὀστία μάσσω.