αἰαῖ Ἔρως ἀνιηρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας; ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. σαύραν τοι τρίψασα ποτὸν κακὸν αὔριον οἰσῶ. Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθʼ ὑπόμαξον