ὡγὼ νῦν τίλλοισα κατʼ ἀγρίῳ ἐν πυρὶ βάλλω. αἰαῖ Ἔρως ἀνιηρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας; ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. σαύραν τοι τρίψασα ποτὸν κακὸν αὔριον οἰσῶ. Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθʼ ὑπόμαξον τᾶς τήνω φλιᾶς καθʼ ὑπέρτερον, ἇς ἔτι καὶ νύξ, καὶ λέγʼ ἐπιφθύζοισα· τὰ Δέλφιδος ὀστία μάσσω. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω; ἐκ τίνος ἄρξωμαι; τίς μοι κακὸν ἄγαγε τοῦτο; ἦνθʼ ἁ τῶὐβούλοιο κανηφόρος ἄμμιν Ἀναξὼ ἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλα θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.