ὡγὼ νῦν τίλλοισα κατʼ ἀγρίῳ ἐν πυρὶ βάλλω. αἰαῖ Ἔρως ἀνιηρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας; ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. σαύραν τοι τρίψασα ποτὸν κακὸν αὔριον οἰσῶ. Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθʼ ὑπόμαξον τᾶς τήνω φλιᾶς καθʼ ὑπέρτερον, ἇς ἔτι καὶ νύξ, καὶ λέγʼ ἐπιφθύζοισα· τὰ Δέλφιδος ὀστία μάσσω. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω; ἐκ τίνος ἄρξωμαι; τίς μοι κακὸν ἄγαγε τοῦτο; ἦνθʼ ἁ τῶὐβούλοιο κανηφόρος ἄμμιν Ἀναξὼ ἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλα θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. καί μʼ ἁ Θευχαρίδα Θρᾷσσα τροφὸς ἁ μακαρῖτις ἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσε τὰν πομπὰν θάσασθαι· ἐγὼ δέ οἱ ἁ μεγάλοιτος ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτῶνα, κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. ἤδη δʼ εὖσα μέσον κατʼ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος, εἶδον ὁμοῦ Δέλφιν τε καὶ Εὐδάμιππον ἰόντας. τοῖς δʼ ἦν ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς, στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα, ὡς ἀπὸ γυμνασίοιο καλὸν πόνον ἄρτι λιπόντων. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. χὡς ἴδον, ὡς ἐμάνην, ὥς μευ πέρι θυμὸς ἰάφθη δειλαίας· τὸ δὲ κάλλος ἐτάκετο, κοὔτέ τι πομπᾶς τήνας ἐφρασάμαν, οὐδʼ ὡς πάλιν οἴκαδʼ ἀπῆνθον ἔγνων· ἀλλά μέ τις καπυρὰ νόσος ἐξεσάλαξε, κείμαν δʼ ἐν κλιντῆρι δέκʼ ἄματα καὶ δέκα νύκτας. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ, ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν; ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν· ὁ δέ χρόνος ἄνυτο φεύγων. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα· εἰ δʼ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος. πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν· τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον, κεἴφʼ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε. ὣς ἐφάμαν· ἁ δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ— φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα— πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις, οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα· ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον· ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον, ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα, ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός, μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος, πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸς καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι· εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα· εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ, πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν, καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον αὔτως ἡμίφλεκτον· Ἔρως δʼ ἄρα καὶ Λιπαραίω πολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν ἀνέρος. ὣς ὁ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων. καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα θερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ· χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα, ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω. κοὔτέ τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γʼ ἐχθές, οὔτʼ ἐγὼ αὖ τήνῳ. ἀλλʼ ἦνθέ μοι ἅ τε Φιλίστας μάτηρ τᾶς ἀλαᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς σάμερον, ἁνίκα πέρ τε ποτʼ ὠρανὸν ἔτρεχον ἵπποι Ἀῶ τὰν ῥοδόπαχυν ἀπʼ Ὠκεανοῖο φέροισαι. κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται, κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός, οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· αἰὲν Ἔρωτος ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων, καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν. ταῦτά μοι ἁ ξείνα μυθήσατο· ἔστι δʼ ἀλαθής· ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη, καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν· νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον. ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται; νῦν μὲν τοῖς φίλτροις καταθύσομαι· αἰ δʼ ἔτι κἠμὲ λυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ. τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν, Ἀσσυρίω δέσποινα παρὰ ξείνοιο μαθοῖσα. ἀλλὰ τὺ μὲν χαίροισα ποτʼ Ὠκεανὸν τρέπε πώλους, πότνιʼ· ἐγὼ δʼ οἰσῶ τὸν ἐμὸν πόνον ὥσπερ ὑπέσταν. χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δʼ ἄλλοι