καὶ πῶλοι μαίνονται ἀνʼ ὤρεα καὶ θοαὶ ἵπποι. ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαι μαινομένῳ ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.