ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δʼ ἀῆται· ἁ δʼ ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία, ἀλλʼ ἐπὶ τήνῳ πᾶσα καταίθομαι, ὅς με τάλαιναν ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον ἦμεν. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε πότνια φωνέω·