Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται. ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκίον ὡς τάχος ἄχει. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δʼ ἀῆται· ἁ δʼ ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία, ἀλλʼ ἐπὶ τήνῳ πᾶσα καταίθομαι, ὅς με τάλαιναν