ὣς τῆνος δινοῖτο ποθʼ ἁμετέραισι θύραισιν. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. νῦν θυσῶ τὰ πίτυρα. τὺ δʼ Ἄρτεμι καὶ τὸν ἐν Ἅιδα κινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο. Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται. ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκίον ὡς τάχος ἄχει.