ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα, ὅς μοι δωδεκαταῖος ἀφʼ ὧ τάλας οὐδέποθʼ ἵκει, οὐδʼ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές. οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷ ᾤχετʼ ἔχων ὅ τʼ Ἔρως ταχινὰς φρένας ἅ τʼ Ἀφροδίτα;