ὣς τάκοιθʼ ὑπʼ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις. χὡς δινεῖθʼ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας, ὣς τῆνος δινοῖτο ποθʼ ἁμετέραισι θύραισιν. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.