ὣς τάκοιθʼ ὑπʼ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις. χὡς δινεῖθʼ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας, ὣς τῆνος δινοῖτο ποθʼ ἁμετέραισι θύραισιν. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. νῦν θυσῶ τὰ πίτυρα. τὺ δʼ Ἄρτεμι καὶ τὸν ἐν Ἅιδα κινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο.