ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται· ἀλλʼ ἐπίπασσε Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι; ἦ ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι; πάσσʼ ἅμα καὶ λέγε ταῦτα· τὰ Δέλφιδος ὀστία πάσσω. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Δέλφις ἔμʼ ἀνίασεν· ἐγὼ δʼ ἐπὶ Δέλφιδι δάφναν αἴθω· χὡς αὕτα λακεῖ μέγα καππυρίσασα κἠξαπίνας ἅφθη, κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς, οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκʼ ἀμαθύνοι.