Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται· ἀλλʼ ἐπίπασσε Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι; ἦ ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι;