ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται; νῦν μὲν τοῖς φίλτροις καταθύσομαι· αἰ δʼ ἔτι κἠμὲ λυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ. τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν, Ἀσσυρίω δέσποινα παρὰ ξείνοιο μαθοῖσα. ἀλλὰ τὺ μὲν χαίροισα ποτʼ Ὠκεανὸν τρέπε πώλους, πότνιʼ· ἐγὼ δʼ οἰσῶ τὸν ἐμὸν πόνον ὥσπερ ὑπέσταν. χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δʼ ἄλλοι ἀστέρες, εὐκήλοιο κατʼ ἄντυγα Νυκτὸς ὀπαδοί. Κῶμος Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες