ταῦτά μοι ἁ ξείνα μυθήσατο· ἔστι δʼ ἀλαθής· ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη, καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν· νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον. ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται; νῦν μὲν τοῖς φίλτροις καταθύσομαι· αἰ δʼ ἔτι κἠμὲ λυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ. τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν, Ἀσσυρίω δέσποινα παρὰ ξείνοιο μαθοῖσα.