καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν. ταῦτά μοι ἁ ξείνα μυθήσατο· ἔστι δʼ ἀλαθής· ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη, καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν· νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον. ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται; νῦν μὲν τοῖς φίλτροις καταθύσομαι· αἰ δʼ ἔτι κἠμὲ λυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ. τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν, Ἀσσυρίω δέσποινα παρὰ ξείνοιο μαθοῖσα. ἀλλὰ τὺ μὲν χαίροισα ποτʼ Ὠκεανὸν τρέπε πώλους, πότνιʼ· ἐγὼ δʼ οἰσῶ τὸν ἐμὸν πόνον ὥσπερ ὑπέσταν. χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δʼ ἄλλοι ἀστέρες, εὐκήλοιο κατʼ ἄντυγα Νυκτὸς ὀπαδοί. Κῶμος Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες βόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει. Τίτυρʼ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας, καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ. Ὦ χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς; ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν, νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς. ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον, ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλά τοι οἰσῶ. θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμαν ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ. νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λεαίνας μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ, ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει. ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυ νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω. ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς, τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.— Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;— τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι, ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς· καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται. ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με, οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,