χαῖρʼ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει. φάρμακα ταῦτʼ ἔρδοισα χερείονα μήτέ τι Κίρκης μήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας. Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.