καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν ἀνέρος. ὣς ὁ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων. καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα θερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ· χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα, ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω. κοὔτέ τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γʼ ἐχθές, οὔτʼ ἐγὼ αὖ τήνῳ. ἀλλʼ ἦνθέ μοι ἅ τε Φιλίστας μάτηρ τᾶς ἀλαᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς σάμερον, ἁνίκα πέρ τε ποτʼ ὠρανὸν ἔτρεχον ἵπποι Ἀῶ τὰν ῥοδόπαχυν ἀπʼ Ὠκεανοῖο φέροισαι. κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται, κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός, οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· αἰὲν Ἔρωτος ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων, καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν.