σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν ἀνέρος. ὣς ὁ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων. καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα θερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ·