πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν, καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον αὔτως ἡμίφλεκτον· Ἔρως δʼ ἄρα καὶ Λιπαραίω πολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν