μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος, πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸς καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι· εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα· εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ,