ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον· ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον, ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.