καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον· ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον, ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα, ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός, μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος, πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸς καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι· εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα· εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ, πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν, καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον αὔτως ἡμίφλεκτον· Ἔρως δʼ ἄρα καὶ Λιπαραίω πολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν ἀνέρος. ὣς ὁ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων. καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα θερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ· χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα, ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω. κοὔτέ τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γʼ ἐχθές, οὔτʼ ἐγὼ αὖ τήνῳ. ἀλλʼ ἦνθέ μοι ἅ τε Φιλίστας μάτηρ τᾶς ἀλαᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς σάμερον, ἁνίκα πέρ τε ποτʼ ὠρανὸν ἔτρεχον ἵπποι Ἀῶ τὰν ῥοδόπαχυν ἀπʼ Ὠκεανοῖο φέροισαι. κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται, κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός, οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· αἰὲν Ἔρωτος ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων, καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν. ταῦτά μοι ἁ ξείνα μυθήσατο· ἔστι δʼ ἀλαθής· ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη, καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν· νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον. ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;