οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα· ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον· ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον, ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα, ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός, μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος, πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸς