φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα— πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις, οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·