ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ— φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα— πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις, οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ