πᾷ μοι ταὶ δάφναι; φέρε Θεστυλί· πᾷ δὲ τὰ φίλτρα; στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ, ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα, ὅς μοι δωδεκαταῖος ἀφʼ ὧ τάλας οὐδέποθʼ ἵκει, οὐδʼ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές. οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷ ᾤχετʼ ἔχων ὅ τʼ Ἔρως ταχινὰς φρένας ἅ τʼ Ἀφροδίτα; βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ. νῦν δέ νιν ἐκ θυέων καταθύσομαι. ἀλλὰ Σελάνα, φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον, τᾷ χθονίᾳ θʼ Ἑκάτα, τὰν καὶ σκύλακες τρομέοντι ἐρχομέναν νεκύων ἀνά τʼ ἠρία καὶ μέλαν αἷμα. χαῖρʼ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει. φάρμακα ταῦτʼ ἔρδοισα χερείονα μήτέ τι Κίρκης μήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας. Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται· ἀλλʼ ἐπίπασσε Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι; ἦ ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι; πάσσʼ ἅμα καὶ λέγε ταῦτα· τὰ Δέλφιδος ὀστία πάσσω. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Δέλφις ἔμʼ ἀνίασεν· ἐγὼ δʼ ἐπὶ Δέλφιδι δάφναν αἴθω· χὡς αὕτα λακεῖ μέγα καππυρίσασα κἠξαπίνας ἅφθη, κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς, οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκʼ ἀμαθύνοι. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. ὡς τοῦτον τὸν κηρὸν ἐγὼ σὺν δαίμονι τάκω, ὣς τάκοιθʼ ὑπʼ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις. χὡς δινεῖθʼ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας,