κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν δάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ. χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις; ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς. Βουκολίσκος Εὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι, καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο. βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν. μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις. οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις, ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις· ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν. χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι, καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς. τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον, καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα, καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα, καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ. χἁ μὲν ἔβα με λιποῖσα· φέρω δʼ ὑποκάρδιον ὀργάν, ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα. ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί; ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε; καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δʼ ἐπύκαζεν ὑπήναν, χαῖται δʼ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο, καὶ λευκὸν τὸ μέτωπον ἐπʼ ὀφρύσι λάμπε μελαίναις· ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας, καὶ στόμα δʼ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ. ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω, κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ. καὶ πᾶσαι καλόν με κατʼ ὤρεα φαντὶ γυναῖκες, καὶ πᾶσαί με φιλεῦντι· τὰ δʼ ἀστικά μʼ οὐκ ἐφίλασεν, ἀλλʼ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτʼ ἀκούει, ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν· οὐκ ἔγνω δʼ, ὅτι Κύπρις ἐπʼ ἀνέρι μήνατο βούτᾳ καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνιν ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν. Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα βουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσα λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε. καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης; Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν, ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας. μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυ μήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις. ἁλιεῖς Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει, αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι. κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι. Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες, στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι, κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖν κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι, τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι, μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος· νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος. οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά, πάντʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἔτειρε οὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰν θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα. κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας, τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν. Ἀσφαλίων ψεύδοντʼ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς. ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς. μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δʼ αἱ νύκτες ἔχοντι. Ἑταῖρος Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ ὁ καιρὸς αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνον ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι. Ἀσφαλίων ἆρʼ ἔμαθες κρίνειν πόκʼ ἐνύπνια; χρηστὰ γὰρ εἶδον. οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον. ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ. ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρʼ ᾧ νοῦς. ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων, ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ· φαντὶ γὰρ ἀγρυπνίαν τόδʼ ἔχειν. Ἑταῖρος λέγε μοί ποτε νυκτὸς ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ. Ἀσφαλίων δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν (οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ, εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθʼ), εἶδον ἐμαυτὸν ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δʼ ἐδόκευον ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν. καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοις πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών. χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα, τὸν κάλαμον δʼ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα, πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις. εἶθʼ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμʼ ἔνυξα, καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα. ἤνυσα δʼ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν, παντᾷ τοι χρυσῷ πεπυκασμένον· εἶχε δὲ δεῖμα, μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺς ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης. ἠρέμα δʼ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα, μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν. καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν, ὤμοσα δʼ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι, ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν. ταῦτά με κἀξήγειρε, τὺ δʼ ὦ ξένε λοιπὸν ἔρειδε τὰν γνώμαν· ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ. Ἑταῖρος καὶ σύγε τί τρέσσεις; οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθὺν χρύσεον ὡς ἴδες εὗρες, ἴσα δʼ ἦν ψεύδεσιν ὄψις, ἐλπὶς τῶν ὕπνων. ζάτει τὸν σάρκινον ἰχθύν, εἰ γάρ πᾳ κνώσσων ἔτʼ ἐτώσια ταῦτα ματεύσεις, μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις. Διόσκουροι Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ, Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν. ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς, ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων, ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον, νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις. οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα, ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου, ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα, κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις. ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι· αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη ἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι· ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα. ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω, ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί· Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν; ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω. Ἡμὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα. ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ τοίχων ἄνδρες ἔβαινονἸησονίης ἀπὸ νηός. ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων. Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων, παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην. εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι, ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις, ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας. ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε, δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς· στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός. ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις· αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων. τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης. Πολυδεύκης χαῖρε ξεῖνʼ, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος; Ἄμυκος χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα; Πολυδεύκης θάρσει. μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν. Ἄμυκος θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν. Πολυδεύκης ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ἢ ὑπερόπτης; Ἄμυκος τοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω. Πολυδεύκης ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις. Ἄμυκος μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ. Πολυδεύκης δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης; Ἄμυκος γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει. Πολυδεύκης ἄργυρος ἢ τίς ὁ μισθός, ἐρεῖς, ᾧ κέν σε πίθοιμεν; Ἄμυκος εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς. Πολυδεύκης πυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος; Ἄμυκος ………ὄμματά γʼ ὀρθὸς πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης. Πολυδεύκης τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας; Ἄμυκος ἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης. Πολυδεύκης ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω Ἄμυκος σὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω. Πολυδεύκης ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί. Ἄμυκος εἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι γινόμεθʼ, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ. Ἦ ῥʼ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην. οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες. ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ. οἱ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας, ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες. ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη, ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο· ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες ὦ Πολύδευκες, βάλλετο δʼ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον. αὐτὰρ ὅγʼ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω, χερσὶ τιτυσκόμενος. τοῦ δʼ ἄκρον τύψε γένειον Τυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον ἢ πρίν, σὺν δὲ μάχην ἐτάραξε, πολὺς δʼ ἐπέκειτο νενευκὼς ἐς γαῖαν. Βέβρυκες δʼ ἐπαΰτεον, οἱ δʼ ἑτέρωθεν ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον, δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ. ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆς παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα. ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμα φοίνιον· οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν, ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε· ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου. τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς πάντοθεν· ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε, μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ, πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ ὁ πληγεὶς ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη. ἔνθα μάχη δριμεῖα πάλιν γένετʼ ὀρθωθέντος· ἀλλήλους δʼ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν. ἀλλʼ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα αὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δʼ ἀεικέσι πληγαῖς πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης. σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ αἶψʼ ὀλίγος γένετʼ ἀνδρός· ὁ δʼ αἰεὶ πάσσονα γυῖα ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων. πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν; εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δʼ ἑτέρων ὑποφήτης φθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ. Ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα, δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δʼ ἐπιβαίνων δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον. καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα. ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρὶ πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ· ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος· λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες· αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον, μέχρι συνηλοίησε παρήια. πᾶς δʼ ἐπὶ γαίῃ κεῖτʼ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν. τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας, ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον, ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων, μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι. καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω, Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ. τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ δοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγε ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος, γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας. ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος, ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν, ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι. Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας· δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δʼ ἐπὶ νύμφαις ἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι; ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ· ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσιν βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν ἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέπτετε δώροις. ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ· οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι. πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις, Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα, Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή· ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο. τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε· ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι· ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι, καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα. ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν ἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες. ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα πνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις. σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλʼ ἔτι καὶ νῦν πείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν. εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι, Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης, χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης, νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηι ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου