μναστεύσας Ἑλέναν ὁ νεώτερος Ἀτρέος υἱός. ἄειδον δʼ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι ποσσὶ περιπλέκτοις, ὑπὸ δʼ ἴαχε δῶμʼ ὑμεναίῳ. οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ; ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ἦ ῥα φίλυπνος; ἦ ῥα πολύν τινʼ ἔπινες, ὅτʼ εἰς εὐνὰν κατεβάλλευ; εὕδειν μὰν σπεύδοντα καθʼ ὥραν αὐτὸν ἐχρῆν τυ, παῖδα δʼ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε. ὄλβιε γάμβρʼ, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο. μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς. Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν, οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐδὲ μίʼ ἄλλα. ἦ μέγα κέν τι τέκοιτʼ, εἰ ματέρι τίκτοι ὁμοῖον. ἄμμες δʼ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός χρισαμέναις ἀνδριστὶ παρʼ Εὐρώταο λοετροῖς, τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία, τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ. Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον, πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος· ὧδε καὶ ἁ χρυσέα Ἑλένα διαφαίνετʼ ἐν ἁμῖν. πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ ἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος· ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος. οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα, οὔτʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ κερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων. οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν, ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί. ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη, ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας, πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι. πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον, πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον· γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις ἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί. χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ. Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον, ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ. εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε. νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν. Ὑμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης. Κηριοκλέπτης τὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσα κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν δάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ. χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις; ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς. Βουκολίσκος Εὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι, καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο. βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν. μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις. οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις, ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις· ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν. χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι, καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς. τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον, καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα, καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα, καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ. χἁ μὲν ἔβα με λιποῖσα· φέρω δʼ ὑποκάρδιον ὀργάν, ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα. ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί; ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε; καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δʼ ἐπύκαζεν ὑπήναν, χαῖται δʼ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο, καὶ λευκὸν τὸ μέτωπον ἐπʼ ὀφρύσι λάμπε μελαίναις· ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας, καὶ στόμα δʼ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ. ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω, κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ. καὶ πᾶσαι καλόν με κατʼ ὤρεα φαντὶ γυναῖκες, καὶ πᾶσαί με φιλεῦντι· τὰ δʼ ἀστικά μʼ οὐκ ἐφίλασεν, ἀλλʼ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτʼ ἀκούει, ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν· οὐκ ἔγνω δʼ, ὅτι Κύπρις ἐπʼ ἀνέρι μήνατο βούτᾳ καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνιν ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν. Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα βουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσα λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε. καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης; Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν, ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας. μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυ μήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις. ἁλιεῖς Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει, αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι. κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι. Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες, στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι, κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖν κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι, τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι, μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος· νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος. οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά, πάντʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἔτειρε οὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰν θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα. κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας, τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν. Ἀσφαλίων ψεύδοντʼ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς. ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς. μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δʼ αἱ νύκτες ἔχοντι. Ἑταῖρος Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ ὁ καιρὸς αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνον ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι. Ἀσφαλίων ἆρʼ ἔμαθες κρίνειν πόκʼ ἐνύπνια; χρηστὰ γὰρ εἶδον. οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον. ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ. ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρʼ ᾧ νοῦς. ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων, ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ· φαντὶ γὰρ ἀγρυπνίαν τόδʼ ἔχειν. Ἑταῖρος λέγε μοί ποτε νυκτὸς ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ. Ἀσφαλίων δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν (οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ, εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθʼ), εἶδον ἐμαυτὸν ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δʼ ἐδόκευον ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν. καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοις πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών. χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα, τὸν κάλαμον δʼ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα, πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις. εἶθʼ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμʼ ἔνυξα, καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα. ἤνυσα δʼ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν, παντᾷ τοι χρυσῷ πεπυκασμένον· εἶχε δὲ δεῖμα, μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺς ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης. ἠρέμα δʼ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα, μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν. καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν, ὤμοσα δʼ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι, ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν. ταῦτά με κἀξήγειρε, τὺ δʼ ὦ ξένε λοιπὸν ἔρειδε τὰν γνώμαν· ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ. Ἑταῖρος καὶ σύγε τί τρέσσεις; οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθὺν χρύσεον ὡς ἴδες εὗρες, ἴσα δʼ ἦν ψεύδεσιν ὄψις, ἐλπὶς τῶν ὕπνων. ζάτει τὸν σάρκινον ἰχθύν, εἰ γάρ πᾳ κνώσσων ἔτʼ ἐτώσια ταῦτα ματεύσεις, μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις. Διόσκουροι Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ, Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν. ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς, ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων, ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον, νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις. οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα, ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου, ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα, κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις. ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι· αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη ἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι· ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα. ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω, ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί· Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν; ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω. Ἡμὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα. ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ τοίχων ἄνδρες ἔβαινονἸησονίης ἀπὸ νηός. ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων. Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων, παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην. εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι, ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις, ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας. ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε, δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς· στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός. ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις· αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων. τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης. Πολυδεύκης χαῖρε ξεῖνʼ, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος; Ἄμυκος χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα; Πολυδεύκης θάρσει. μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν. Ἄμυκος θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν. Πολυδεύκης ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ἢ ὑπερόπτης; Ἄμυκος τοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω. Πολυδεύκης ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις. Ἄμυκος μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ. Πολυδεύκης δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης; Ἄμυκος γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει. Πολυδεύκης ἄργυρος ἢ τίς ὁ μισθός, ἐρεῖς, ᾧ κέν σε πίθοιμεν; Ἄμυκος εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς. Πολυδεύκης πυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος; Ἄμυκος ………ὄμματά γʼ ὀρθὸς πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης. Πολυδεύκης τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας; Ἄμυκος ἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης. Πολυδεύκης ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω Ἄμυκος σὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω. Πολυδεύκης ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.