οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα, οὔτʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ κερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων. οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν, ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί. ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη, ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας, πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι. πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον, πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον· γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις ἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί. χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ. Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον, ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ. εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε. νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν. Ὑμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης. Κηριοκλέπτης τὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσα κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν δάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ. χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις; ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς. Βουκολίσκος Εὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι, καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο. βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν. μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις. οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις, ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις· ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν. χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι, καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς. τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον, καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα, καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα, καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ. χἁ μὲν ἔβα με λιποῖσα· φέρω δʼ ὑποκάρδιον ὀργάν, ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα. ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί; ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε; καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δʼ ἐπύκαζεν ὑπήναν, χαῖται δʼ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο, καὶ λευκὸν τὸ μέτωπον ἐπʼ ὀφρύσι λάμπε μελαίναις· ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας, καὶ στόμα δʼ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ. ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω, κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ. καὶ πᾶσαι καλόν με κατʼ ὤρεα φαντὶ γυναῖκες, καὶ πᾶσαί με φιλεῦντι· τὰ δʼ ἀστικά μʼ οὐκ ἐφίλασεν, ἀλλʼ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτʼ ἀκούει, ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν· οὐκ ἔγνω δʼ, ὅτι Κύπρις ἐπʼ ἀνέρι μήνατο βούτᾳ καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνιν ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν. Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα βουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσα λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε. καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης; Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν, ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας. μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυ μήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις. ἁλιεῖς Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει, αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι. κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι. Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,