καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε καὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων. Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί, καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ. πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται. χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται. ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας· τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον πάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι. οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις, οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι· τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν, ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν οἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός. οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων· ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι, αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι, πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι, πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις. οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶνας ἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν, ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας. Μουσάων δʼ ὑποφῆται ἀείδοντι Πτολεμαῖον ἀντʼ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴη ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι; τοῦτο καὶ Ἀτρείδαισι μένει· τὰ δὲ μυρία τῆνα, ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες, ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος· μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη, ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς· ἐν δʼ αὐτοὺς χρυσῷ περικαλλέας ἠδʼ ἐλέφαντι ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς. πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν, αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος, τᾶς οὔτις ἀρείων νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετʼ ἀγοστῷ, ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε. ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη, οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου· ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις. χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλων μνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητον φθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ. Ἑλένης Ἐπιθάλαμιος ἔν ποκʼ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο, δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν, ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰν μναστεύσας Ἑλέναν ὁ νεώτερος Ἀτρέος υἱός. ἄειδον δʼ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι ποσσὶ περιπλέκτοις, ὑπὸ δʼ ἴαχε δῶμʼ ὑμεναίῳ. οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ; ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ἦ ῥα φίλυπνος; ἦ ῥα πολύν τινʼ ἔπινες, ὅτʼ εἰς εὐνὰν κατεβάλλευ; εὕδειν μὰν σπεύδοντα καθʼ ὥραν αὐτὸν ἐχρῆν τυ,