Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα, ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα Αἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖε αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα. καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα, δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ. ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν· ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δʼ ἄρα πάντων νωδυνίαν κατέχευε μελῶν· ὁ δὲ πατρὶ ἐοικὼς παῖς ἀγαπητὸς ἔγεντο. Κόως δʼ ὀλόλυξεν ἰδοῖσα, φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν· Ὄλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων· ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν, ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν. ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων. Ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δʼ ὑψόθεν ἔκλαγε φωνᾷ ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις. Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι αἰδοῖοι βασιλῆες· ὁ δʼ ἔξοχος, ὅν κε φιλήσῃ γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ, πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας. μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ· ἀλλʼ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος, Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει. οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων. τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται, τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι, δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς· τῶν πάντων Πτολεμαῖος ἀλήνωρ ἐμβασιλεύει. καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε καὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων. Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί, καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ. πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται. χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται. ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας· τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον πάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι. οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις, οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι· τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν, ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν οἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός. οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων· ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι, αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι, πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι, πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις. οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶνας ἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν, ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας. Μουσάων δʼ ὑποφῆται ἀείδοντι Πτολεμαῖον ἀντʼ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴη ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι; τοῦτο καὶ Ἀτρείδαισι μένει· τὰ δὲ μυρία τῆνα, ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες, ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος· μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη, ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς· ἐν δʼ αὐτοὺς χρυσῷ περικαλλέας ἠδʼ ἐλέφαντι ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς. πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν, αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος, τᾶς οὔτις ἀρείων νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετʼ ἀγοστῷ, ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε. ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη, οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου· ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις. χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλων μνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητον φθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ. Ἑλένης Ἐπιθάλαμιος ἔν ποκʼ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο, δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν, ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰν μναστεύσας Ἑλέναν ὁ νεώτερος Ἀτρέος υἱός. ἄειδον δʼ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι ποσσὶ περιπλέκτοις, ὑπὸ δʼ ἴαχε δῶμʼ ὑμεναίῳ. οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ; ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ἦ ῥα φίλυπνος; ἦ ῥα πολύν τινʼ ἔπινες, ὅτʼ εἰς εὐνὰν κατεβάλλευ; εὕδειν μὰν σπεύδοντα καθʼ ὥραν αὐτὸν ἐχρῆν τυ, παῖδα δʼ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε. ὄλβιε γάμβρʼ, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο. μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς. Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν, οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐδὲ μίʼ ἄλλα. ἦ μέγα κέν τι τέκοιτʼ, εἰ ματέρι τίκτοι ὁμοῖον. ἄμμες δʼ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός χρισαμέναις ἀνδριστὶ παρʼ Εὐρώταο λοετροῖς, τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία, τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ. Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον, πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος· ὧδε καὶ ἁ χρυσέα Ἑλένα διαφαίνετʼ ἐν ἁμῖν. πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ ἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος· ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος. οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα, οὔτʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ κερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων. οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν, ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί. ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη, ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας, πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι. πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον, πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον· γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις ἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί. χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ. Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον, ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ. εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε. νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν. Ὑμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης. Κηριοκλέπτης τὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσα κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν δάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ. χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις; ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς. Βουκολίσκος Εὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι, καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο. βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν. μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις. οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις, ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις· ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν. χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι, καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς. τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον, καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα, καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα, καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ. χἁ μὲν ἔβα με λιποῖσα· φέρω δʼ ὑποκάρδιον ὀργάν, ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα. ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί; ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε; καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δʼ ἐπύκαζεν ὑπήναν, χαῖται δʼ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο, καὶ λευκὸν τὸ μέτωπον ἐπʼ ὀφρύσι λάμπε μελαίναις· ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας, καὶ στόμα δʼ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ. ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω, κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ. καὶ πᾶσαι καλόν με κατʼ ὤρεα φαντὶ γυναῖκες, καὶ πᾶσαί με φιλεῦντι· τὰ δʼ ἀστικά μʼ οὐκ ἐφίλασεν, ἀλλʼ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτʼ ἀκούει, ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν· οὐκ ἔγνω δʼ, ὅτι Κύπρις ἐπʼ ἀνέρι μήνατο βούτᾳ καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνιν ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν. Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα βουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσα λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε. καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης; Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν, ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας. μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυ μήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις. ἁλιεῖς Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει, αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι. κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι. Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες, στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι, κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖν κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι, τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι, μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος· νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος. οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά, πάντʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἔτειρε οὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰν θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα. κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας, τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν. Ἀσφαλίων ψεύδοντʼ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς. ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς. μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δʼ αἱ νύκτες ἔχοντι. Ἑταῖρος Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ ὁ καιρὸς αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνον ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι. Ἀσφαλίων ἆρʼ ἔμαθες κρίνειν πόκʼ ἐνύπνια; χρηστὰ γὰρ εἶδον. οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον. ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ. ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρʼ ᾧ νοῦς. ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων, ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ·